Read Judges 21 side by side with translations · The Final Bible
1 XXIλέγοντες Ἀνὴρ ἐξ ἡμῶν οὐ δώσει θυγατέρα αὐτοῦ τῷ Βενιαμεὶν εἰς γυναῖκα.
2 καὶ ἦλθεν ὁ λαὸς εἰς Bαιθήλ, καὶ ἐκάθισαν ἐκεῖ ἕως ἐσπέρας ἐνώπιον τοῦ θεοῦ· καὶ ἦραν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν,
3 καὶ εἶπαν Εἰς τί, Κύριε θεὲ Ἰσραήλ, ἐγενήθη αὕτη, τοῦ ἐπισκεπῆναι σήμερον ἀπὸ Ἰσραὴλ φυλὴν μίαν;
4 καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ὤρθρισεν ὁ λαός, καὶ ᾠκοδόμησαν ἐκεῖ θυσιαστήριον, καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας.
5 καὶ εἶπον οἱ υἱοὶ Ἰσραήλ τὶς οὐκ ἀνέβη ἐν τῆ ἐκκλησίᾳ ἀπὸ πασῶν φυλῶν Ἰσραὴλ πρὸς Κύριον ; ὅτι ὁ ὅ· μέγας ἢν τοῖς οὐκ ἀναβεβηκόσιν πρὸς κύριον εἰς Μασσηφά, λέγοντες Θανάτῳ θανατωθήσεται.
6 καὶ παρεκλήθησαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Βενιαμεὶν ἀδελφὸν αὐτῶν, καὶ εἶπαν ᾿Εξεκόπη σήμερον φυλὴ μία ἀπὸ ᾿Ισραήλ·
7 τί ποιήσωμεν αὐτοῖς τοῖς περισσοῖς τοῖς ὑπολειφθεῖσιν εἰς γυναῖκας ; καὶ ἡμεῖς ὠμόσαμεν ἐν κυρίῳ τοῦ μὴ δοῦναι αὐτοῖς ἀπὸ τῶν θυγατέρων ἡμῶν εἰς γυναῖκας·
8 καὶ εἶπαν τίς εἷς ἀπὸ φυλῶν ᾿Ισραὴλ ὃς οὐκ ἀνέβη πρὸς Κῦρον εἰς Μασσηφά; κοὶ ἰδοὺ οὐκ ἦλθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ ᾿Ιαβεὶς Γαλαὰδ εἰς τὴν ἐκκλησίαν.
9 καὶ ἐπεσκέπη ὁ λαός, καὶ οὐκ ἦν ἐκεῖ ἀνὴρ ἀπὸ οἰκούντων ἰαβεὶς Γαλαάδ.
10 καὶ ἀπέστειλεν ἐκεῖ ἡ συναγωγὴ δώδεκα χιλιάδας ἀνδρῶν ἀπὸ υἱῶν τῆς δυνάμεως, καὶ ἐνετείλαντο αὐτοῖς λέγοντες Πορεύεσθε καὶ πατάξατε τοὺς οἰκοῦντας ἰαβεὶς Γαλαὰδ ἐν στόματι ῥομφαίας.
11 καὶ τοῦτο ποιήσετε· πᾶν ἄρσεν καὶ πᾶσαν γυναῖκα εἰδυῖαν κοίτην ἄρσενος ἀναθεματιεῖτε, τὰς δὲ παρθένους περιποιήσεσθε. καὶ ἐποίησαν οὕτως·
12 καὶ εὗρον ἀπὸ οἰκούντων ἰαβεὶς Γαλαὰδ τετρακοσίας νεάνιδας παρθένους, αἵτινες οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος, καὶ ἤνεγκαν αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς Σηλὼν τὴν ἐν γῇ Χανάαν.
13 Καὶ ἀπέστειλεν πᾶσα ἡ συναγωγὴ καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς Βενιαμεὶν ἐν τῆ πέτρα ῾Ρεμμών, καὶ ἐκάλεσαν αὐτοὺς εἰς εἰρήνην.
14 καὶ ἐπέστρεψεν Βενιαμεὶν πρὸς τοὺς υἱοὺς ᾿Ισραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἔδωκαν αὐτοῖς οἱ υἱοὶ ᾿Ισραὴλ τὰς γυναῖκας ἃς ἐζωοποίησαν ἀπὸ τῶν θυγατέρων ᾿Ιαβεὶς Γαλαάδ· καὶ ἤρεσεν αὐτοῖς οὕτως.
15 καὶ ὁ λαὸς παρεκλήθη ἐπὶ τῷ Βενιαμείν, ὅτι ἐποίησεν Κύριος διακοπὴν ἐν ταῖς φυλαῖς ᾿Ισραήλ.
16 Καὶ εἶπον οἱ πρεσβύτεροι τῆς συναγωγῆς Τί ποιητοῖς περισσοῖς εἰς γυναῖκας; ὅτι ἠφανίσθη ἀπὸ Βενιαμεὶν γυνή.
17 καὶ εἶπαν Κληρονομία διασωζομένων τῷ Βενιαμείν· καὶ οὐκ ἐξαλειφθήσεται φυλὴ ἀπὸ ᾿Ισραήλ.
18 ὅτι ἡμεῖς οὐ δυνησόμεθα δοῦναι αὐτοῖς γυναῖκας ἀπὸ τῶν θυγατέρων ἡμῶν, ὅτι ὠμόσαμεν ἐν υἱοῖς Ισραὴλ λέγοντες ᾿Επικατάτατος ὁ διδοὺς γυναῖκα τῷ Βενιαμείν.
19 καὶ εἶπαν ἰδοὺ δὴ ἑορτὴ Κυρίου ἐν Σηλὼν ἀφ’ ἡμερῶν εἰς ἡμέρας, ἥ ἐστιν ἀπὸ βορρᾶ τῆς Βαιθὴλ κατ’ ἀνατολὰς ἡλίου ἐπὶ τῆς ὁδοῦ τῆς ἀναβαινούσης ἀπὸ Βαιθὴλ εἰς Συχὲμ καὶ ἀπὸ νότου τῆς Λεβωνά.
20 καὶ ἐνετείλαντο τοῖς υἱοῖς Βενιαμεὶν λέγοντες Πορεύεσθε, ἐνεδρεύσατε ἐν τοῖς ἀμπελῶσιν·
21 καὶ ὄψεσθε, καὶ ἰδοὺ ἐὰν ἐξέλθωσιν αἱ θυγατέρες τῶν οἰκούντων Σηλὼν χορεύειν ἐν τοῖς χοροῖς, καὶ ἐξελεύσεσθε ἐκ τῶν ἀμπελώνων καὶ ἁρπάσατε ἑαυτοῖς ἀνὴρ γυναῖκα ἀπὸ τῶν θυγατέρων Σηλών, καὶ πορεύεσθε εἰς γῆν Βενιαμείν.
22 καὶ ἔσται ὅταν ἔλθωσιν οἱ πατέρες αὐτῶν ἢ οἱ ἀδελφοὶ αὐτῶν κρίνεσθαι πρὸς ὑμᾶς, καὶ αὐτοῖς Ἔλεος ποιήσατε ἡμῖν αὐτάς, ὅτι οὐκ ἐλάβομεν ἀνὴρ αὐτοῦ ἐν τῆ παρατάξει, ὅτι οὐχ ὑμεῖς ἐδώκατε αὐτοῖς· ὡς κλῆρος πλημμελήσατε.
23 καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Βεωιαμείν, καὶ ἔλαβον γυναῖκας εἰς ἀριθμὸν αὐτῶν ἀπὸ τῶν χορευουσῶν ὧν ἥρπασαν· καὶ ἐπορεύθησαν καὶ ὑπέστρεψαν εἰς τὴν κληρονομίαν αὐτῶν, καὶ ᾠκοδόμησαν τὰς πόλεις καὶ ἐκάθισαν ἐν αὐταῖς.
24 καὶ περιεπάτησαν ἐκεῖθεν οἱ υἱοὶ Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὴρ εἰς φυλὴν αὐτοῦ καὶ εἰς συγγενίαν αὐτοῦ, καὶ ἐξῆλθον ἐκεῖθεν ἀνὴρ εἰς κληρονομίαν αὐτοῦ.
25 ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν ᾿Ισραήλ. ἀνὴρ τὸ εὐθὲς ἐνώπιον αὐτοῦ ἐποίει.
Judges 20 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)