Read Judges 12 side by side with translations · The Final Bible
1 XIIβορρᾶν καὶ εἶπον πρὸς Ιεφθάε Διὰ τί παρῆλθες παρατάξασθαι ἐν υἱοῖς Ἄμμων καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ; τὸν οἶκον σου ἐμπρήσομεν ἐπὶ σὲ ἐν πυρί.
2 καὶ εἶπεν Ἰεφθάε πρὸς αὐτούς Ἀνὴρ μαχητὴς ἤμην ἐγὼ καὶ ὁ λαός μου καὶ οἱ υἱοὶ Ἄμμων σφόδρα· καὶ ἐβόησα ὑμᾶς, καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν.
3 καὶ εἶδον ὅτι οὐκ εἶ σωτήρ, καὶ ἔθηκα τὴν ψυχήν μου ἐν χειρί μου καὶ παρῆλθον πρὸς υἱοὺς Ἄμμων, καὶ ἔδωκεν αὐτοὺς κύριος ἐν χειρί μου· ἀνέβητε ἐπ’ ἐμὲ ἐν τῇ ἡμέρᾳ ταύτῃ παρατάξασθαι ἐν ἐμοί,.
4 καὶ συνέστρεψεν Ἰεφθάε τοὺς πάντας ἄνδρας Γαλααδ καὶ παρετάξατο τῶ Ἐφράιμ· καὶ ἐπάταξαν ἄνδρες Γαλαὰδ τὸν Ἐφράιμ, ὅτι εἶπον οἱ διασωζόμενοι τοῦ Ἐφράιμ γμεῖς Γαλαὰδ ἐν μέσῳ τοῦ Ἐφράιμ καὶ ἐν μέσῳ τοῦ Μανασσή.
5 καὶ προκατελάβετο Γαλαὰδ τὰς διαβάσεις τοῦ Ἰορδάνου τοῦ Ἐφράιμ· καὶ εἶπαν αὐτοῖς οἱ διασωζόμενοι Ἐφράιμ Διαβῶμεν· καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλαὰδ Μὴ Ἐφραθείτης εἶ; καὶ εἶπεν οὔ.
6 καὶ εἶπαν αὐτῷ εἰπὸν δή Στάχυς. καὶ οὐ κατεύθυνεν τοῦ λαλῆσαι οὕτως, καὶ ἐπελάβοντο αὐτοῦ καὶ ἔθυσαν αὐτὸν πρὸς τὰς διαβάσεις τοῦ Ἰορδάνου· καὶ ἔπεσαν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Ἐφράιμ τεσσεράκοντα δύο χιλιάδες.
7 Καὶ ἔκρινεν Ἰεφθάε τὸν Ἰσραὴλ ἑξήκοντα ἔτη· καὶ ἀπέθανεν Ἰεφθάε ὁ Γαλααδείτης, καὶ ἐτάφη ἐν πόλει αὐτοῦ ἐν Γαλαάδ.
8 Καὶ ἔκρινεν μετ’ αὐτὸν τὸν Ισραὴλ Ἀβαισὰν ἀπὸ Βαιθλέεμ.
9 καὶ ἦσαν αὐτῷ τριάκοντα υἱοὶ καὶ τριάκοντα θυγατέρες, ἃς ἐξαπέστειλεν ἔξω, καὶ τριάκοντα θυγατέρας εἰσήνεγκεν τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν· καὶ ἔκρινεν τὸν Ἰσραὴλ ἑπτὰ ἔτη.
10 καὶ ἀπέθανεν Ἀβαισάν. καὶ ἐτάφη ἐν Βαιθλέεμ.
11 Καὶ ἔκρινεν μετ’ αὐτὸν τὸν Ἰσραὴλ Αἰλὼμ ὁ Ζαβουλωνείτης δέκα ἔτη.
12 καὶ ἀπέθανεν Αἰλὼμ ὁ Ζαβουλωνείτης, καὶ ἐτάφη ἐν Αἰλὼμ ἐν γῆ Ζαβουλών.
13 Καὶ ἔκρινεν μετ’ αὐτὸν τὸν Ἰσραὴλ Ἀβδὼν υἱὸς Ἑλλὴλ ὁ Φαραθωνείτης.
14 καὶ ἦσαν αὐτῷ τεσσεράκοντα υἱοὶ καὶ τριάκοντα υἱῶν υἱοί, ἐπιβαίνοντες ἐπὶ ἑβδομήκοντα πώλους· καὶ ἔκρινεν τὸν Ἰσραὴλ ὀκτὼ ἔτη.
15 καὶ ἀπέθανεν Ἀβδὼν υἱὸς Ἑλλὴλ ὁ Φαραθωνείης, καὶ ἐτάφη ἐν Φαραθὼμ ἐν γῇ Ἐφράιμ ἐν ὄρει τοῦ Ἀμαλήκ.
Judges 11 · Judges 13 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)