Isaiah 65 — Greek (Septuagint / SBLGNT)

Read Isaiah 65 side by side with translations · The Final Bible

1 Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν· εἶπα Ἰδού εἶμι, τῷ ἔθνει οἵτινες οὐκ ἐκάλεσαν τὸ ὄνομά μου.

2 ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, οἳ οὐκ ἐπορεύθησαν ὁδῷ ἀληθινῇ ἀλλ’ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν.

3 ὁ λαὸς οὗτος ὃ παροξύνων με ἐναντίον ἐμοῦ διὰ παντός· αὐτοὶ θυσιάζουσιν ἐν τοῖς κήποις καὶ θυμιῶσιν ἐπὶ ταῖς πλίνθοις τοῖς δαιμονίοις ἅ οὐκ ἔσται,

4 καὶ ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται δι’ ἐνύπνια, οἱ ἔσθοντες κρέα ὕια καὶ ζωμὸν θυσιῶν, μεμολυμμένα πάντα τὸ. σκεύη αὐτῶν,

5 οἱ λέγοντες Πόρρω ἀπ’ ἐμοῦ, μὴ ἐγγίσῃς μου, ὅτι καθαρός εἶμι· οὗτος καπνὸς τοῦ θυμοῦ μου, πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας.

6 ἰδοὺ γέγραπται ἐνώπιόν μου Οὐ σιωπήσομαι ἕως ἂν ἀποδῶ εἷς τὸν κόλπον αὐτῶν

7 τὰς ἁμαρτίας αὐτῶν καὶ τῶν πατέρων αὐτῶν, λέγει Κύριος· οἳ ἐθυμίασαν ἐπὶ τῶν ὀρέων καὶ ἐπὶ τῶν βουνῶν ὠνείδισάν με, ἀποδώσω τὸ. ἔργα αὐτῶν εἷς τὸν κόλπον αὐτῶν.

8 Οὕτως λέγει Κύριος Ὅν τρόπον εὑρεθήσεται ὃ ῥὼξ ἐν τῷ βότρυι, καὶ ἐροῦσιν Μὴ λυμήνῃ αὑτόν, ὅτι εὐλογία Κυρίου ἐστὶν ἐν αὐτῷ· οὕτως ποιήσω ἕνεκεν τοῦ δουλεύοντάς μοι, τούτου ἕνεκεν οὗ μὴ ἀπολέσω πάντας.

9 καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα καὶ τὸ ἐξ Ἰούδα, καὶ κληρονομήσει τὸ ὅρος τὸ ἅγιόν μου, καὶ κληρονομήσουσιν οἶ ἐκλεκτοί μου, καὶ οἶ δοῦλοί μου κατοικήσουσιν ἐκεῖ.

10 καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων, καὶ φάραγξ Ἀχὼρ εἷς ἀνάπαυσιν Βουκολίων τῷ λαῷ μου οἱ ἐζήτησάν με.

11 ὑμεῖς δὲ οἱ ἐγκαταλείποντές με καὶ ἐπιλανθανόμενοι τὸ ὅρος τὸ ἅγιόν μου, καὶ ἑτοιμάζοντες τῷ δαιμονίῳ τράπεζαν καὶ πληροῦντες τῇ τύχῃ κέρασμα,

12 ἐγὼ παραδώσω ὑμᾶς εἷς μάχαιραν, πάντες ἐν σφαγῇ πεσεῖσθε· ὅτι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκούσατε, ἐλάλησα καὶ παρηκούσατε, καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὑκ ἐβουλόμην ἐξελέξασθε.

13 Διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ οἶ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσεσθε· ἰδοὺ οἳ δουλεύοντές μοι εὐφρανθήσονται, ὑμεῖς δὲ αἰσχυνθήσεσθε·

14 ἰδοὺ οἷ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ κεκράξεσθε διὸ. τὸν πόνον τῆς καρδίας ὑμῶν, καὶ ἀπὸ συντριβῆς πνεύματος ὀλολύξετε.

15 καταλείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἷς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς δὲ ἀνελεῖ Κύριος. τοῖς δὲ δουλεύουσιν αὐτῷ κληθήσεται ὄνομα καινόν,

16 ὅ εὐλογηθήσεται ἐπὶ τῆς γῆς· εὐλογήσουσιν γὰρ τὸν θεὸν τὸν ἀληθινόν, καὶ οἶ ὀμνύοντες ἐπὶ τῆς γῆς ὀμοῦνται τὸν θεὸν τὸν ἀληθινόν. ἐπιλήσονται γὰρ τὴν θλίψιν αὐτῶν τὴν πρώτην, καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν.

17 Ἔσται γὰρ ὃ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, καὶ οὗ μὴ μνησθῶσιν τῶν προτέρων, οὐδ’ οὗ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν,

18 ἀλλὰ εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ· ἰδοὺ ἐγὼ ποιῶ Ἰερουσαλὴμ ἀγαλλίαμα καὶ τὸν λαόν μου εὐφροσύνην.

19 καὶ ἀγαλλιάσομαι ἐπὶ Ἰερουσαλήμ, καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου· καὶ οὐκέτι μὴ ἀκουσθῇ ἐν αὐτῇ φωνὴ κλαυθμοῦ οὐδὲ φωνὴ κραυγῆς,

20 καὶ οὗ μὴ γένηται ἐκεῖ ἄωρος καὶ πρεσβύτης ὃς οὐκ ἐνπλήσει τὸν χρόνον αὑτοῦ· ἔσται γὰρ ὃ νέος ἑκατὸν ἐτῶν, ὁ δὲ ἀποθνήσκων ἁμαρτωλὸς ἑκατὸν ἐτῶν, καὶ ἐπικατάρατός ἐστιν.

21 καὶ οἰκοδομήσουσιν οἰκίας καὶ αὐτοὶ ἐνοικήσουσιν, καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ αὐτοὶ φάγονται τὰ γενήματα αὐτῶν·

22 καὶ οὐ μὴ οἰκοδομήσουσιν καὶ ἄλλοι ἐνοικήσουσιν, καὶ οὗ μὴ φυτεύσουσιν καὶ ἄλλοι φάγονται. κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς ἔσονται αἱ ἡμέραι τοῦ λαοῦ μου· τὰ ἔργα τῶν πόνων αὐτῶν παλαιώσουσιν.

23 οἱ δὲ ἐκλεκτοί μου οὗ κοπιάσουσιν εἷς κενόν, οὐδὲ τέκνα ποιήσουσιν εἷς κατάραν, ὅτι σπέρμα εὐλογημένον ὑπὸ τοῦ θεοῦ ἐστιν, καὶ τὰ ἔκγονα αὐτῶν μετ’ αὐτῶν ἔσονται.

24 καὶ ἔσται πρὶν ἢ κεκράξαι αὐτοὺς ἐγὼ ἐπακούσομαι αὐτῶν, ἔτι λαλούντων αὐτῶν ἐρῶ Τί ἐστιν ;

25 λύκοι λύκοι καὶ ἄρνες βοσκηθήσονται ἅμα, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα, ὄφις δὲ γῆν ὡς ἄρτον· οὐκ ἀδικήσουσιν οὐδὲ μὴ λυμανοῦνται ἐπὶ τῷ ὄρει τῷ ἁγίῳ μου, λέγει Κύριος.

Isaiah 64 · Isaiah 66 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)