Isaiah 46 — Greek (Septuagint / SBLGNT)

Read Isaiah 46 side by side with translations · The Final Bible

1 Ἔπεσε Βήλ, συνετρίβη Δαγών, ἐγένετο τὰ. γλυπτὰ αὐτῶν εἷς θηρία καὶ κτήνη· αἴρετε αὐτὰ. καταδεδεμένα ὡς φορτίον κοπιῶντι,

2 καὶ πεινῶντι καὶ ἐκλελυμένῳ, οὐκ ἰσχύοντι ἅμα, οἳ οὐ μὴ δύνωνται σωθῆναι ἀπὸ πολέμου, αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν.

3 Ακούσατέ μου, οἶκος τοῦ Ἰακώβ, καὶ πᾶν τὸ κατάλοιπον τοῦ Ἰσραήλ, οἱ αἰρόμενοι ἐκ κοιλίας καὶ παιδευόμενοι ἀπὸ παιδίου·

4 ἕως γήρους ἐγώ εἶμι, καὶ ἕως ἂν καταγηράσητε ἐγώ εἰμι, ἐγὼ ἀνέχομαι ὑμῶν, ἐγὼ ἐποίησα καὶ ἐγὼ ἀνήσω, ἐγὼ ἀναλήμψομαι καὶ σώσω ὑμᾶς.

5 τίνι με ὡμοιώσατε; ἴδετε, τεχνάσασθε, οἶ πλανώμενοι,

6 σοῖ συμβαλλόμενοι χρυσίον ἐκ μαρσίππου καὶ ἀργύριον ἐν ζυγῷ στήσουσιν ἐν σταθμῷ καὶ μισθωσάμενοι χρυσοχόον ἐποίησαν χειροποίητα, καὶ κύψαντες προσκυνοῦσιν αὐτόν.

7 αἴρουσιν αὐτὸ ἐπὶ τῶν ὤμων καὶ πορεύονται· ἐὰν δὲ θῶσιν αὐτό, ἐπὶ τοῦ τόπου αὐτοῦ μένει, οὐ μὴ κινηθῇ· καὶ ὃς ἂν βοήσῃ πρὸς αὐτόν, οὗ μὴ ἀκούσῃ, ἀπὸ κακῶν οὗ μὴ σώσει αὐτόν.

8 Μνήσθητε ταῦτα καὶ στενάξατε, μετανοήσατε, οἱ πεπλανημένοι, ἐπιστρέψατε τῇ καρδίᾳ,

9 καὶ μνήσθητε τὸ. πρότερα ἀπὸ τοῦ αἰῶνος, ὅτι ἐγώ εἶμι ὅ θεὸς καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ,

10 ἀναγγέλλων πρότερον τὸ. ἔσχατα πρὶν αὐτὸ. γενέσθαι, καὶ ἅμα συνετελέσθη· καὶ εἶπα Πᾶσά μου ἡ βουλὴ στήσεται, καὶ πάντα ὅσα βεβούλευμαι ποιήσω·

11 καλῶν ἀπ’ ἀνατολῶν πετεινὸν καὶ ἀπὸ γῆς πόρρωθεν περὶ ὦν βεβούλευμαι, ἐλάλησα καὶ ἤγαγον, ἔκτισα καὶ ἐποίησα, ἤγαγον αὐτὸν καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ.

12 ἀκούσατέ μου, οἱ ἀπολωλεκότες τὴν καρδίαν, οἱ μακρὰν ἀπὸ τῆς δικαιοσύνης.

13 ἥγγισα τὴν δικαιοσύνην μου, καὶ τὴν σωτηρίαν τὴν παρ’ ἐμοῦ οὗ βραδυνῶ· δέδωκα ἐν Σιὼν σωτηρίαν τῷ Ἰσραὴλ εἷς δόξασμα.

Isaiah 45 · Isaiah 47 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)