Read Isaiah 44 side by side with translations · The Final Bible
1 Νῦν δὲ ἄκουσον, παῖς μου Ἰακώβ, καὶ Ἰσραὴλ ὃν ἐξελεξάμην,
2 οὕτως λέγει Κύριος ὃ θεὸς ὃ ποιήσας σε, καὶ ὃ πλάσας σε ἐκ κοιλίας Ἔτι βοηθηθήσῃ· μὴ φοβοῦ, παῖς μου Ἰακώβ, καὶ ὃ ἠγαπημένος Ἰσραὴλ ὃν ἐξελεξάμην.
3 ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ, ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου, καὶ
4 ἀνατελοῦσιν ὡσεὶ χόρτος ἀνὰ. μέσον ὕδατος, καὶ ὡς ἰτέα ἐπὶ παραρέον ὕδωρ.
5 οὗτος ἐρεῖ Τοῦ θεοῦ εἰμι, καὶ οὗτος ἐρεῖ ἐπὶ τῷ ὀνόματι Ἰακώβ, καὶ ἕτερος ἐπιγράφει Τοῦ θεοῦ εἰμι, ἐπὶ τῷ ὀνόματι Ἰσραήλ.
6 Οὕτως λέγει ὁ θεὸς ὁ βασιλεὺς τοῦ Ἰσραὴλ ὁ ῥυσάμενος αὐτόν, θεὸς σαβαώθ Ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, πλὴν ἐμοῦ οὐκ ἔστιν θεός·
7 τίς ὥσπερ ἐγώ; στήτω, καλεσάτω, καὶ ἑτοιμασάτω μοι ἀφ’ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα, καὶ τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀναγγειλάτωσαν ὑμῖν.
8 μὴ παρακαλύπτεσθε· οὐκ ἀπ’ ἀρχῆς ἠνωτίσασθε, καὶ ἀπήγγειλα ὑμῖν; μάρτυρες ὑμεῖς ἐστε εἰ ἔστιν θεὸς πλὴν ἐμοῦ· καὶ οὐκ ἦσαν τότε.
9 οἱ πλάσσοντες καὶ γλύφοντες πάντες μάταιοι, οἱ ποιοῦντες τὰ καταθύμια αὐτῶν ἅ οὐκ ὠφελήσει αὐτούς· ἀλλὰ αἰσχυνθήσονται.
10 πάντες οἱ πλάσσοντες θεὸν καὶ γλύφοντες ἀνωφελῆ, φελῆ,
11 καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν, καὶ κωφοὶ ἀπὸ ἀνθρώπων· συναχθήτωσαν πάντες καὶ στήσονται ἅμα, ἐντραπήτωσαν καὶ αἰσχυνθήτωσαν ἅμα.
12 ὅτι ὤξυνεν τέκτων σίδηρον, σκεπάρνῳ εἰργάσατο αὐτὸ καὶ ἐν τερέτρῳ ἔτρησεν αὐτό, εἰργάσατο αὐτὸ ἐν τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει, καὶ ἀσθενήσει, καὶ οὗ μὴ πίῃ ὕδωρ.
13 ἐκλεξάμενος τέκτων ξύλον ἔστησεν αὐτὸ ἐν μέτρῳ, καὶ ἐν κόλλῃ ἐρύθμισεν, αὐτό, ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς καὶ ὡς ὡραιότητα ἀνθρώπου, στῆσαι αὐτὸ ἐν οἴκῳ,
14 ὃ ἔκοψεν ξύλον ἐκ τοῦ δρυμοῦ, ὃ ἐφύτευσεν Κύριος, καὶ ὑετὸς ἐμήκυνεν,
15 ἵνα ᾗ ἀνθρώποις εἷς καῦσιν· καὶ λαβὼν ἀπ’ αὐτοῦ ἐθερμάνθη, καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ’ αὐτοῦ· τὸ δὲ λοιπὸν εἰργάσατο εἷς θεούς, καὶ προσκυνοῦσιν αὐτούς.
16 οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρί, καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ’ αὐτῶν, καὶ ἐπ’ αὐτοῦ κρέας ὀπτήσας ἔφαγεν καὶ ἐνεπλήσθη, καὶ θερμανθεὶς εἶπεν Ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ ἴδον πῦρ.
17 τὸ δὲ λοιπὸν ἐποίησεν θεὸν γλυπτόν, καὶ προσκυνεῖ αὐτῷ καὶ προσεύχεται λέγων Ἐξελοῦ με, ὅτι θεός μου εἴ σύ.
18 οὐκ ἔγνωσαν φρονῆσαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ αὐτῶν.
19 καὶ οὐκ ἐλογίσατο τῇ καρδίᾳ οὐδὲ ἀνελογίσατο ἐν τῇ ψυχῇ αὐτοῦ οὐδὲ ἔγνω τῇ φρονήσει ὅτι τὸ ἥμισυ αὑτοῦ κατέκαυσεν ἐν πυρί, καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους, καὶ ὀπτήσας κρέας ἔφαγεν, καὶ τὸ λοιπὸν αὑτοῦ εἷς βδέλυγμα ἐποίησεν καὶ προσκυνοῦσιν αὐτῷ.
20 γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται, καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὑτοῦ· ἴδετε, οὐκ ἐρεῖτε ὅτι Ψεῦδος ἐν τῇ δεξιᾷ μου.
21 Μνήσθητι ταῦτα, Ἰακὼβ καὶ Ἰσραήλ, ὅτι παῖς μου εἶ σύ· ἔπλασά σε παῖδά μου, καὶ σύ, Ἰσραήλ, μὴ ἐπιλανθάνου μου.
22 ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου, καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου· ἐπιστράφητι πρὸς μέ, καὶ λυτρώσομαί σε.
23 εὐφράνθητε, οὐρανοί, ὅτι ἠλέησεν ὃ θεὸς τὸν Ἰσραήλ· σαλπίσατε, θεμέλια τῆς γῆς, βοήσατε ὅρη εὐφροσύνην, οἶ βουνοὶ καὶ πάντα τὰ ξύλα τὰ, ἐν αὐτοῖς, ὅτι ἠλέησεν ὃ θεὸς τὸν Ἰακώβ, καὶ Ἰσραὴλ δοξασθήσεται.
24 Οὕτως λέγει Κύριος ὃ λυτρώμενός σε καὶ πλάσσων σε ἐκ κοιλίας Ἐγὼ Κύριος ὁ συντελῶν ταῦτα, ἐξέτεινα τὸν οὐρανὸν μόνος, καὶ ἐστερέωσα τὴν γῆν.
25 τίς ἕτερος διεσκέδασεν σημεῖα ἐγγαστριμύθων καὶ μαντίας ἀπὸ καρδίας, ἀποστρέφων φρονίμους εἷς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτῶν μωρεύων,
26 καὶ ἱστῶν ῥήματα παίδων αὐτοῦ, καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων; ὃ λέγων Ἰερουσαλήμ Κατοικηθήσῃ, καὶ ταῖς πόλεσιν τῆς Ἰουδαίας οἰκοδομηθήσεσθε, καὶ τὸ. ἔρημα αὐτῆς ἀνατελεῖ·
27 ὁ λέγων τῇ ἀβύσσῳ Ἐρημωθησῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ· ὁ λέγων Κύρῳ φρονεῖν, καὶ Πάντα τὰ θελήματά μου ποίησει· ὁ λέγων Ἰερουσαλήμ Οἰκοδομηθήσῃ, καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω.
Isaiah 43 · Isaiah 45 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)