Isaiah 37 — Greek (Septuagint / SBLGNT)

Read Isaiah 37 side by side with translations · The Final Bible

1 καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα Ἐζεκίαν ἔσχισεν τὰ ἱμάτια καὶ σάκκον περιεβάλετο καὶ ἀνέβη εἰς τὸν οἶκον Κυρίου.

2 καὶ ἀπέστειλεν Ἐλιακεὶμ τὸν οἰκονόμον καὶ Σόμναν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους πρὸς Ἠσαίαν υἱὸν Ἀμὼς τὸν προφήτην,

3 καὶ εἶπαν αὐτῷ Τάδε λέγει Ἐζεκὶας Ἡμέρα θλίψεως καὶ ὀνειδισμοῦ καὶ ἐλεγμοῦ καὶ ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν.

4 εἰσακούσαι κύριος ὁ θεός σου τοὺς λόγους Ῥαψάκου, οὓς ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων ὀνειδίζειν θεὸν ζῶντα καὶ ὀνειδίζειν λόγους οὓς ἤκουσεν κύριος ὁ θεός σου· καὶ δεηθήσῃ πρὸς κύριον τὸν θεόν σου περὶ τῶν καταλελειμμένων τούτων.

5 καὶ ἦλθον οἱ παῖδες τοῦ βασιλέως πρὸς Ἠσαίαν,

6 καὶ εἶπεν αὐτοῖς Ἠσαίας Οὕτως ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν Τάδε λέγει Κύριος Μὴ φοβηθῇς ἀπὸ τῶν λόγων, ὧν ἤκουσας, οὓς ὠνείδισάν με οἱ πρέσβεις βασιλέως Ἀσσυρίων·

7 ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς αὐτὸν πνεῦμα, καὶ ἀκούσας ἀγγελίαν ἀποστραφήσεται εἰς τὴν χώραν αὐτοῦ καὶ πεσεῖται μαχαίρᾳ ἐν τῇ γῇ αὐτοῦ.

8 Καὶ ἀπέστρεψεν Ῥαψάκης καὶ κατέλαβεν πολιορκοῦντα τὸν βασιλέα Λόβνα· καὶ ἤκουσεν βασιλεὺς Ἀσσυρίων

9 ὅτι ἐξῆλθεν Θαράθα βασιλεὺς Αἰθιόπων πολιορκῆσαι αὐτόν· καὶ ἀκούσας ἀπέστρεψεν καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Εζεκιαν λέγων

10 Οὕτως ἐρεῖτε Ἐζεκία βασιλεῖ τῆς Ιουδαίας Μή σε ἀπατάτω ὁ θεός σου, ἐφ᾽ ᾧ πεποιθὼς εἶ ἐπ᾽ αὐτῷ λέγων Οὐ μὴ παραδοθῇ Ἰερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων.

11 ἢ οὐκ ἤκουσας ἃ ἐποίησαν βασιλεῖς Ἀσσυρίων πᾶσαν τὴν γῆν, ὡς ἀπώλεσαν ;

12 μὴ ἐρρύσαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν, οὓς οἱ πατέρες μου ἀπώλεσαν, τήν τε Γωζὰν καὶ Χαρρὰν καὶ Ῥάφεις, αἴ εἰσιν ἐν χώρᾳ Θαιμάδ;

13 ποῦ εἰσιν οἱ βασιλεῖς Ἁμὰρ καὶ Ἀρφάθ; καὶ πόλεως Σεπφαρείμ, Ἁνά, Ἐγγουγαυά;

14 καὶ ἔλαβεν Ἑζεκίας τὸ βιβλίον παρὰ τῶν ἀγγέλων, καὶ ἤνοιξεν αὐτὸ ἐναντίον Κυρίου.

15 καὶ προσηύξατο Ἑζεκίας πρὸς Κύριον λέγων

16 Κύριε σαβαὼθ ὃ θεὸς Ἰσραὴλ ὃ καθήμενος ἐπὶ τῶν χερουβείμ, σὺ θεὸς μόνος εἶ πάσης βασιλείας τῆς οἰκουμένης, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν.

17 εἰσάκουσον, Κύριε, εἴσβεψον, Κύριε, καὶ ἴδε τοὺς λόγους οὓς ἀπέστειλεν Σενναχηρεὶμ ὀνειδίζειν θεὸν ζῶντα.

18 ἐπ' ἀληθείας γὰρ ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὴν οἰκουμένην ὅλην καὶ τὴν χώραν αὐτῶν,

19 καὶ ἐνέβαλον τὰ. εἴδωλα αὐτῶν εἷς τὸ πῦρ, οὗ γὰρ θεοὶ ἦσαν ἀλλὰ. ἔργα χειρῶν ἀνθρώπων, ξύλα καὶ λίθοι· καὶ ἀπώλεσαν αὐτούς.

20 σὺ δὲ Κύριος ὃ θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ἵνα γνῷ πᾶσα βασιλεία τῆς γῆς ὅτι σὺ εἶ θεὸς μόνος.

21 Καὶ ἀπεστάλη Ἠσαίας υἱὸς Ἀμὼς πρὸς Ἐζεκίαν καὶ εἶπεν αὐτῷ Τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Ἠκουσα ἅ προσηύξω πρὸς μὲ περὶ Σενναχηρεὶμ βασιλέως Ἀσσυρίων.

22 οὗτος ὁ λόγος ὃν ἐλάλησεν περὶ αὐτοῦ ὁ θεός Ἐφαύλισέν σε καὶ ἐμυκτήρισέν σε παρθένος θυγάτηρ Σιών, ἐπὶ σοὶ κεφαλὴν ἐκίνησεν θυγάτηρ Ἰερουσαλήμ.

23 τίνα ὠνείδισας καὶ παρώξυνας ; ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου ; καὶ οὔκ ἤρας εἷς ὕψος τοὺς ὀφθαλμούς σου εἷς τὸν ἅγιον τοῦ Ἰσραήλ ;

24 ὅτι δι’ ἀγγέλων ὠνείδισας Κύριον· σὺ γὰρ εἶπας Τῷ πλήθει τῶν ἁρμάτων ἐγὼ ἀνέβην εἷς ὕψος ὀρέων καὶ εἷς τὰ ἔσχατα τοῦ Λιβάνου, καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ καὶ τὸ κάλλος Τῆς κυπαρίσσου, καὶ εἰσῆλθον εἷς ὕψος μέρους τοῦ δρυμοῦ,

25 καὶ ἔθηκα γέφυραν, καὶ ἠρήμωσα ὕδατα καὶ πᾶσαν συναγωγὴν ὕδατος.

26 οὐ ταῦτα ἤκουσας πάλαι ἄ ἐγὼ ἐποίησα; ἐξ ἀρχαίων ἡμερῶν συνέταξα, νῦν δὲ ἐπέδειξα ἐξερημῶσαι ἔθνη ἐν ὀχυροῖς καὶ ἐνοικοῦντας ἐν πόλεσιν ὀχυραῖς·

27 ἀνῆκα τὰς χεῖρας, καὶ ἐξηράνθησαν, καὶ ἐγένοντο ὡς χόρτος χλωρὸς ἐπὶ δωμάτων καὶ ὡς ἄγρωστις.

28 νῦν δὲ τὴν ἀνάπαυσίν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἐγὼ ἐπίσταμαι·

29 ὁ δὲ θυμός σου ὃν ἐθυμώθης καὶ ἡ πικρία σου ἀνέβη πρὸς μέ, καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥῖνά σου καὶ χαλινὸν εἰς τὰ χείλη σου, καὶ ἀποστρέψω σε τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ.

30 τοῦτο δέ σοι τὸ σημεῖον· φάγε τοῦτον τὸν ἐνιαυτὸν ἅ ἔσπαρκας, καὶ τῷ ἐνιαυτῷ τῷ δευτέρῳ τὸ κατάλειμμα, τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε καὶ φυτεύσατε ἀμπελῶνας, καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν.

31 καὶ ἔσονται οἱ καταλελειμμένοι ἐν τῇ Ἰουδαίᾳ, φυήσουσιν ῥίζαν κάτω καὶ ποιήσουσιν σπέρμα ἄνω.

32 ὄτι ἐξ Ἰερουσαλὴμ ἐξελεύσονται οἱ καταλελειμμένοι, καὶ οἱ σωζόμενοι ἐπ᾿ ὅρους Σιών· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα.

33 διὰ τοῦτο οὕτως λέγει Κύριος ἐπὶ βασιλέα Ἀσσυρίων Οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην, οὐδὲ μὴ βάλῃ ἐπ᾿ αὐτὴν βέλος, οὐδὲ μὴ βάλῃ ἐπ᾿ αὐτὴν θυρεόν, οὐδ᾿ οὐ μὴ κυκλώσει ἐπ᾿ αὐτὴν χάρακα·

34 ἀλλὰ τῇ ὁδῷ ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται. τάδε λέγει Κύριος

35 Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν δι᾿ ἐμὲ καὶ διὸ. Δαυεὶδ τὸν παῖδά μου.

36 Καὶ ἐξῆλθεν ἅγγελος Κυρίου καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν καὶ ὀγδοήκοντα πέντε χιλιάδας· καὶ ἐξαναστάντες τὸ πρωὶ εὖρον πάντα τὰ σώματα νεκρά.

37 καὶ ἀποστραφεὶς ἀπῆλθεν βασιλεὺς Ἀσσυρίων, καὶ ᾤκησεν ἐν Νινευή.

38 καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν οἰκῷ Ἀσαρὰχ τὸν πάτραρχον αὐτοῦ, Ἀδραμέλεχ καὶ Σαράσαρ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίραις· αὐτοὶ δὲ διεσώθησαν εἰς Ἀρμενίαν· καὶ ἐβασίλευσεν Ἀσορδὰν ὁ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

Isaiah 36 · Isaiah 38 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)