Isaiah 32 — Greek (Septuagint / SBLGNT)

Read Isaiah 32 side by side with translations · The Final Bible

1 Ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν.

2 καὶ ἔσται ὃ ἅνθρωπος κρύπτων τοὺς λόγους τούτους, καὶ κρυβήσεται ὡς ἀφ’ ὕδατος φερομένου· καὶ φανήσεται ἐν Σιὼν ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ.

3 καὶ οὐκέτι ἔσονται πεποιθότες ἐπ᾿ ἀνθρώποις, ἀλλὰ. τὰ. ὦτα δώσουσιν ἀκούειν·

4 καὶ ἡ καρδία τῶν ἀσθενῶν προσέξει τοῦ ἀκούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην·

5 καὶ οὐκέτι οὐ μὴ εἴπωσιν τῷ μωρῷ ἄρχειν, καὶ οὐκέτι οὐ μὴ εἴπωσιν οἱ ὑπηρέται σου Σίγα.

6 ὁ γὰρ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτῶν μάταια νοήσει, τοῦ συντελεῖν ἄνομα καὶ λαλεῖν πρὸς Κύριον πλάνησιν, τοῦ διαφθεῖραι ψυχὰς πεινώσας, καὶ τὰς ψυχὰς τὰς διψώσας κενὰς ποιῆσαι.

7 ἡ γὰρ βουλὴ τῶν πονηρῶν ἄνομα βουλεύεται, καταφθεῖραι ταπεινοὺς ἐν λόγοις ἀδίκοις καὶ διασκεδάσαι λογισμοὺς ταπεινῶν ἐν κρίσει.

8 οἱ δὲ εὐσεβεῖς συνετὰ ἐβουλεύσαντο, καὶ αὕτη ἡ βουλὴ μενεῖ.

9 Γυναῖκες πλούσιαι, ἀνάστητε καὶ ἀκούσατε τῆς φωνῆς μου· θυγατέρες ἐν ἐλπίδι, ἀκούσατε τοὺς λόγους μου.

10 ἡμέρας ἐνιαυτοῦ μνείαν ποιήσασθε ἐν ὀδύνῃ μετὰ ἐλπίδος· ἀνήλωται ὁ τρυγητός, πέπαυται ὁ σπόρος καὶ οὐκέτι μὴ ἔλθῃ.

11 ἔκστητε, λυπήθητε αἱ πεποιθυῖαι, ἐκδύσασθε, γυμναὶ γένεσθε, περιζώσασθε σάκκους τὰς ὀσφύας,

12 καὶ ἐπὶ τῶν μασθῶν κόπτεσθε, περὶ ἀγροῦ ἐπιθυμήματος καὶ ἀμπέλου γενήματος.

13 ἡ γῆ τοῦ λαοῦ μου, ἄκανθα καὶ χόρτος ἀναβήσεται, καὶ ἐκ πάσης οἰκίας εὐφροσύνη ἀρθήσεται· πόλις πλουσία,

14 οἶκοι ἐγκαταλελιμμένοι, πλοῦτον πόλεως καὶ οἴκους ἐπιθυμήτους ἀφήσουσιν· καὶ ἔσονται αἱ κῶμαι σπήλαια ἕως τοῦ αἰῶνος, εὐφροσύνη ὄνων ἀγρίων, βοσκήματα ποιμένων,

15 ἕως ἂν ἐπέλθῃ ἐφ᾿ ὑμᾶς πνῦμα ἀφ᾿ ὑψηλοῦ. καὶ ἔσται ἔρημος ὁ Χερμέλ, καὶ ὁ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται.

16 καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρίμα, καὶ δικαιοσύνη ἐν τῷ Καρμήλῳ κατοικήσει·

17 καὶ ἔσται τὰ. ἔργα τῆς δικαιοσύνης εἰρήνη, καὶ κρατήσει ἡ δικαιοσύνη ἀνάπαυσιν, καὶ πεποιθότες ἔσονται ἕως τοῦ αἰῶνος·

18 καὶ κατοικήσει ὁ λαὸς αὑτοῦ ἐν πόλει εἰρήνης, καὶ ἐνοικήαἰῶνος· σει πεποιθώς, καὶ ἀναπαύσονται μετὰ πλούτου.

19 ἡ δὲ χάλαζα ἐὰν καταβῇ, οὐκ ἐφ’ ὑμᾶς ἥξει. καὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τοῖς δρυμοῖς πεποιθότες ὡς οἱ ἐν τῇ πεδινῇ.

20 μακράριοι οἶ σπείροντες ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ.

Isaiah 31 · Isaiah 33 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)