Read Isaiah 25 side by side with translations · The Final Bible
1 Ὠιδή. Κύριε ὅ θεός μου, δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποιήσας θαυμαστὰ. πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν· γένοιτο, Κύριε.
2 ὅτι ἔθηκας πόλεις εἷς χῶμα, πολεῖς ὀχυρὰς τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια· τῶν ἀσεβῶν πόλις τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ.
3 διὰ τοῦτο εὐλογήσει σε ὃ λαὸς ὃ πτωχός, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσίν σε.
4 ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθός, καὶ τοῖς ἀθυμήσασιν δι’ ἔνδειαν σκέπη, ἀπὸ ἀνθρώπων πονηρῶν ῥύσῃ αὐτούς· σκέπη διψώντων, καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων, εὐλογήσουσίν σε,
5 ὡς ἅνθρωποι ὀλιγόψυχοι διψῶντες ἐν Σιὼν ἀπὸ ἀνθρώπων ἀσεβῶν, οἷς ἡμᾶς παρέδωκας.
6 καὶ ποιήσει Κύριος σαβαὼθ πᾶσι τοῖς ἔθνεσιν· ἐπὶ τὸ ὅρος τοῦτο πίονται εὐφροσύνην, πίονται οἶνον·
7 χρίσονται μύρον ἐν τῷ ὄρει τούτῳ. παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη.
8 κατέπιεν ὅ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὃ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς, τὸ γὰρ στόμα Κυρίου ἐλάλησεν.
9 καὶ ἐροῦσιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Ἰδοὺ ὃ θεὸς ἡμῶν ἐφ’ ᾦ ἠλπίζομεν, καὶ ἠγαλλιώμεθα καὶ εὐφράνθημεν ἐπὶ τῇ σωτηρίᾳ. ἡμῶν.
10 ὅτι ἀνάπαυσιν δώσει ὃ θεὸς ἐπὶ τὸ ὅρος τοῦτο, καὶ καταπατηθήσεται ἡ Μωαβῖτις ὃν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαις·
11 καὶ ἀνήσει τὰς χεῖρας αὐτοῦ, ὃν τρόπον καὶ αὐτὸς ἐταπείνωσεν τοῦ ἀπολέσαι, καὶ ταπεινώσει τὴν ὕβριν αὐτοῦ ἐφ᾿ ἃ τὰς χεῖρας ἐπέβαλεν· τὸ ὕψος τῆς καταφυγῆς τοῦ τοίχου σου ταπεινώσει, καὶ καταβήσεται ἕως τοῦ ἐδάφους.
Isaiah 24 · Isaiah 26 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)