Isaiah 13 — Greek (Septuagint / SBLGNT)

Read Isaiah 13 side by side with translations · The Final Bible

1 Ὅρασις ἦν εἶδεν Ἠσαίας υἱὸς Ἀμὼς κατὰ Βαβυλῶνος.

2 Ἐπ᾿ ὅρους πεδινοῦ ἄρατε σημεῖον, υψώσατε τὴν φωνὴν ἑαυτοῖς, μὴ φοβεῖσθε · παρακαλεῖτε τῇ < χειρί > . ἀνοίξατε, οἱ ἄρχοντες.

3 ἐγὼ συντάσσω, καὶ ἐγώ, αὑτούς· ἡγιασμένοι εἰσίν, καὶ ἐγὼ ἄγω αὐτούς· γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες.

4 φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων, ὁμοία ἐθνῶν πολλῶν, φωνὴ βασιλέων καὶ ἐθνῶν συνηγμένων. Κύριος σαβαὼθ ἐντέταλται ἔθνει ὁπλομάχῳ

5 ἔρχεσθαι ἐκ γῆς πόρρωθεν ἀπ᾿ ἄκρου θεμελίου τοῦ οὐρανοῦ, Κύριος καὶ οἱ ὁπλομάχοι αὐτοῦ, τοῦ καταφθεῖραι τὴν οἰκουμένην ὅλην.

6 ὀλολύζετε· ἐγγὺς γὰρ ἡ ἡμέρα Κυρίου, καὶ συντριβὴ παρὰ τοῦ θεοῦ ἥξει.

7 διὰ τοῦτο < πᾶσα χεὶρ > ἐκλυθήσεται, καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει·

8 καὶ ταραχθήσονται οἱ πρέσβεις, καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν ὡς γυναικὸς τικτούσης· καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἐκστήσονται, καὶ τὸ πρόσωπον αὐτῶν ὡς φλὸξ μεταβαλοῦσιν.

9 Ἰδοὺ γὰρ ἡ ἡμέρα Κυρίου ἀνίατος ἔρχεται θυμοῦ καὶ ὀργῆς, θεῖναι τὴν οἰκουμένην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσω ἐξ αὐτῆς.

10 οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ Ὠρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς οὐ δώσουσιν, καὶ σκοτισθήσεται τοῦ ἡλίου ἀνατέλλοντος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς.

11 καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακά, καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν· καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω.

12 καὶ ἔσονται οἱ καταλελιμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον, καὶ ὁ ἄνθρωπος μᾶλλον ἔντιμος ἔσται ἢ ὁ λίθος ὁ ἐκ Σουφείρ.

13 ὁ γὰρ οὐρανὸς θυμωθήσεται, καὶ ἡ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς, διὸ, θυμὸν ὀργῆς Κυρίου σαβαώθ, τῇ ἡμέρᾳ ᾗ ἂν ἐπέλθῃ ὁ θυμὸς αὐτοῦ.

14 καὶ ἔσονται οἱ καταλελιμμένοι ὡς δορκάδων φεῦγον καὶ ὡς πρόβατον πλανώμενον, καὶ οὐκ ἔσται ὁ συνάγων, ὥστε ἄνθρωπον εἰς τὸν λαὸν αὐτοῦ ἀποστραφῆναι, καὶ ἄνθρωπον εἰς τὴν χώραν αὐτοῦ διῶξαι.

15 ὃς γὰρ ἐὰν ἁλῷ ἡττηθήσεται, καὶ ὅσοι συνηγμένοι εἰσὶν μαχαίρᾳ πεσοῦνται.

16 καὶ τὰ τέκνα αὐτῶν ἐνώπιον αὐτῶν ῥάξουσιν, καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσιν, καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσιν.

17 ἰδοὺ ἐπεγείρω ὑμῖν τοὺς Μήδους, οἳ οὐ λογίζονται ἀργύριον οὐδὲ χρυσίου χρείαν ἔχουσιν.

18 τοξεύματα νεανίσκων συντρίψουσιν, καὶ τὸ, τέκνα ὑμῶν οὐ μὴ ἐλεήσουσιν, οὐδὲ ἐπὶ τοῖς τέκνοις σου φείσονται οἱ ὀφθαλμοὶ αὐτῶν.

19 καὶ ἔσται Βαβυλών, ἣ καλεῖται ἔνδοξος ὑπὸ βασιλέως Χαλδαίων, ὃν τρόπον κατέστρεψεν ὁ θεὸς Σόδομα καὶ Γόμορρα.

20 οὐ κατοικηθήσεται εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ μὴ εἰσέλθωσιν εἰς αὐτὴν διὰ πολλῶν γενεῶν, οὐδὲ μὴ διέλθωσιν αὐτὴν Ἄραβες, οὐδὲ ποιμένες οὐ μὴ ἀναπαύσεωνται ἐν αὐτῇ.

21 καὶ ἀναπαύσονται ἐκεῖ θηρία, καὶ πλησθήσονται οἰκίαι ἤχου· καὶ ἀναπαύσονται ἐκεῖ σειρῆνες, καὶ δαιμόνια ἐκεῖ ὀρχήσονται,

22 καὶ ὀνοκένταυροι ἐκεῖ κατοικήσουσιν, καὶ νοσσοποιήσουσιν ἐχῖνοι ἐν τοῖς οἴκοις αὐτῶν. ταχὺ ἔρχεται καὶ οὐ χρονιεῖ.

Isaiah 12 · Isaiah 14 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)