Read Hosea 11 side by side with translations · The Final Bible
1 ὄρθρου ἀπερίφησαν· ἀπερίφη βασιλεὺς Ἰσραήλ. Ὅτι νήπιος Ἰσραὴλ καὶ ἐγὼ ἠγάπησα αὐτόν, καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ.
2 καθὼς μετεκάλεσα αὐτούς, οὕτως ἀπῴχοντο ἐκ προσώπου μου· αὐτοὶ τοῖς Βααλεὶμ ἔθυον καὶ τοῖς γλυπτοῖς ἐθυμίων.
3 καὶ ἐγὼ συνεπόδισα τὸν Ἐφράιμ, ἀνέλαβον αὐτὸν ἐπὶ τὸν βραχίονά μου· οὐκ ἔγνωσαν ὅτι ἴαμαι αὐτούς.
4 ἐν διαφθορᾷ ἀνθρώπων, ἐξέτεινα αὐτοὺς ἐν δεσμοῖς ἀγαπήσεώς μου, καὶ ἔσομαι αὐτοῖς ὡς ῥαπίζων ἄνθρωπος ἐπὶ τὰς σιαγόνας αὐτοῦ· καὶ ἐπιβλέψομαι πρὸς αὐτόν, δυνήσομαι αὐτῷ.
5 κατῴκησεν Ἐφράιμ ἐν Αἰγύπτῳ, καὶ Ἀσσοὺρ αὐτὸς βασιλεὺς αὐτοῦ, ὅτι οὐκ ἠθέλησεν ἐπιστρέψαι·
6 καὶ ἠσθένησεν ῥομφαίᾳ ἐν ταῖς πόλεσιν αὐτοῦ, καὶ κατέπαυσεν ἐν ταῖς χερσὶν αὐτοῦ· καὶ φάγονται ἐκ τῶν διαβουλίων αὐτῶν.
7 καὶ ὁ λαὸς αὐτοῦ ἐπικρεμάμενος ἐκ τῆς κατοικίας αὐτοῦ· καὶ ὁ θεὸς ἐπὶ τὰ τίμια αὐτοῦ θυμωθήσεται, καὶ οὐ μὴ ὑψώσῃ αὐτόν.
8 τί σε διαθῶμαι, Ἐφράιμ ; ὑπερασπιῶ σου, Ἰσραήλ; τί σε διαθῶ ; ὡς Ἀδαμὰ θήσομαί σε καὶ ὡς Σεβωείμ. μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ, συνεταράχθη ἡ μεταμελία μου·
9 οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου, οὐ μὴ ἐγκαταλίπω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφράιμ· διότι θεὸς ἐγὼ εἰμι καὶ οὐκ ἄνθρωπος· ἐν σοὶ ἅγιος, καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν.
10 ὀπίσω Κυρίου πορεύσομαι· ὡς λέων ἐρεύξεται, ὅτι αὐτὸς ὠρύσεται, καὶ ἐκστήσονται τέκνα ὑδάτων.
11 ἐκπτήσονται ὡς ὄρνεον ἐξ Αἰγύπτου, καὶ ὡς περιστερὰ ἐκ γῆς Ἀσσυρίων· καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶν, λέγει Κύριος.
12 Ἐκύκλωσέν με ἐν ψεύδει Ἐφράιμ, καὶ ἐν ἀσεβείᾳ οἶκος Ἰσραὴλ καὶ Ἰούδα. νῦν ἔγνω αὐτοὺς ὁ θεός, καὶ λαὸς ἅγιος κεκλήσεται θεοῦ.
Hosea 10 · Hosea 12 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate)