Ezekiel 38 — Greek (Septuagint / SBLGNT)

Read Ezekiel 38 side by side with translations · The Final Bible

1 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

2 Υἱὲ ἀνθρώπου, στηρισον τὸ πρόσωπόν σου ἐπὶ Γὼγ καὶ τὴν γῆν τοῦ Μαγώγ, ἄρχοντα Ῥώς, Μέσοχ, καὶ Θοβέλ, καὶ προφήτευσον ἐπ αὐτὸν

3 καὶ εἰπὸν αὐτῷ Τάδε λέγει κύριος Κύριος Ἰδοὺ ἐγὼ ἐπὶ ἄρχοντα Ῥώς, Μέσοχ. καὶ Θοβέλ,

4 καὶ συνάξω σε καὶ πᾶσαν τὴν δύναμίν σου, ἵππους καὶ ἱππεῖς ἐνδεδυμένους θώρακας πάντας συναγαογῇ πολλῇ, πέλται καὶ περικεφαλαῖαι καὶ μάχαιραι·

5 ΙΙέρσαι καὶ Αἰθίοπες καὶ Λίβυες, πάντες περικεφαλαίαις καὶ πέλταις,

6 Γόμερ καὶ πάντες οἱ περὶ αὐτόν, οἶκος τοῦ εργαμὰ ἀπʼ ἐσχάτου βορρᾶ καὶ πάντες οἱ περὶ αὐτόν, καὶ ἔθνη πολλὰ μετὰ σοῦ.

7 ἑτοιμάσθητι, ἑτοίμασον σεαυτὸν σὺ καἴπᾶσα ἡ συναγωγὴ σου, οἱ συνηγμένοι μετά σοῦ, καὶ ἔσῃ μοι εἰς προφυλακήν.

8 ἀφʼ ἡμερῶν πλειόνων ἑτοιμασθήσεται, καὶ ἐπʼ ἐσχάτου ἐτῶν ἐλεύσεται καὶ ἥξει εἰς τὴν γῆν τὴν ἀπεστραμμένην ἀπὸ μαχαίρας, συνηγμένων ἀπὸ ἐθνῶν πολλῶν, ἐπὶ γῆν Ἰσραὴλ ἡ ἐγενήθη ἔρημος δι᾿ ὅλου· καὶ οὗτος ἐξ ἐθνῶν ἐξελήλυθεν, καὶ κατοικήσουσιν ἐπʼ εἰρήνης ἄπαντες.

9 καὶ ἀναβήσῃ ὡς ὑετός, καὶ ἤξει νεφέλη κατακαλύψαι γῆν, καὶ ἔσει σὺ καὶ πάντες οἱ περὶ σέ καὶ ἔθνη πολλὰ μετὰ σοῦ.

10 τάδε λέγει κύριος Κύριος Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναβήσεται ῥήματα ἐπὶ τὴν καρδίαν σου, καὶ λογιῇ λογισμοὺς πονηροὺς

11 καὶ ἐρεῖς Ἀναβήσομαι ἐπὶ γῆν ἀπερριμμένην, ἥξω ἐπὶ ἡσυχάζοντας ἐν ἡσυχίᾳ καὶ οἰκοῦντας ἐπʼ εἰρήνης, πάντας κατοικοῦντας γῆν ἐν ᾖ οὐχ ὑπαάρχει τεῖχος οὐδέ μοχλοί, καὶ θύραι οὐκ εἰσὶν αὐτοῖς·

12 προνομείσαι προνομὴν καὶ σκυλεῦσαι σκῦλα αὐτῶν, τοῦ ἐπιστρέψαι χεῖρά μου εἰς τὴν ἠρημωμένην ἣ κατοικίσθη, καὶ ἐπ᾿ ἔθνος συνηγμένον ἀπὸ ἐθνῶν πολλῶν, πεποιηκότας κτήσεις, κατοικοῦντας ἐπὶ τὸν ὀμφαλὸν τῆς γῆς.

13 Σαβὰ καὶ Δαιδὰν καὶ ἔμποροι Καρχη· δόνιοι καὶ πᾶσαι αἱ κῶμαι αὐτῶν ἐροῦσίν σοι Εἰς προνομὴν τοῦ προνομεῦσαι σὺ ἔρχῃ καὶ σκυλεῦσαι σκῦλα; συνήγαγες συναγωγήν σου λαβεῖν ἀργύριον καὶ χρυσίον, ἀπενέγκασθαι κτῆσιν τοῦ σκυλεῦσαι σκῦλα;

14 Διὰ τοῦτο προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ εἰπὸν τῷ Γώγ Τάδε λέγει Κύριος Οὐκ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν τῷ κατοικισθῆναι τὸν λαόν μου Ἰσραὴλ ἐπʼ εἰρήνης, ἐγερθήσῃ ;

15 καὶ ἥξεις ἐκ τοῦ τόπου σου ἀπʼ ἐσχάτου βορρᾶ, καὶ ἔθνη πολλὰ μετὰ σοῦ, ἀναβάται ἵππων πάντες, συναγωγὴ μεγάλη καὶ δύναμις πολλή,

16 καὶ ἀναβήσῃ ἐπὶ τὸν λαόν μου Ἰσραὴλ ὡς νεφέλη καλύψαι γῆν· ἐπʼ ἐσχάτων τῶν ἡμερῶν ἔσται, καὶ ἀνάξω σε ἐπὶ τὴν γῆν μου, ἵνα γνῶσιν πάντα τὰ ἔθνη ἐμέ, ἐν τῷ ἁγιασθῆναί με ἐν σοὶ ἐνώπιον αὐτῶν.

17 τάδε λέγει κύριος Κύριος τῷ Γώγ Σὺ εἶ περὶ οὗ ἐλάλησα πρὸ ἡμερῶν τῶν ἔμπροσθεν διὰ χειρὸς τῶν δούλων μου προφητῶν τοῦ Ἰσραήλ, ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἔτεσιν, τοῦ ἀγαγεῖν σε ἐπʼ αὐτούς.

18 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν ἡμέρᾳ ᾗ ἂν ἔλθῃ Γὼγ ἐπὶ τὴν γῆν Ἰσραήλ, λέγει κύριος Κύριος, ἀναβήσεται ὁ θυμός μου

19 καὶ ὁ ζῆλός μου. ἐν πυρὶ τῆς ὀργῆς μου ἐλάλησα Εἰ μὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται σεισμὸς μέγας ἐπὶ γῆς Ἰσραήλ,

20 καὶ σεισθήσονται ἀπὸ προσώπου Κυρίου οἱ ἰχθύες τῆς θαλάσσης καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ θηρία τοῦ πεδίου καὶ πάντα τὰ ἑρπετὰ τὰ ἕρποντα ἐπὶ τῆς γῆς καὶ πάντες οἱ ἄνθρωποι οἱ ἐπὶ προσώπου τῆς γῆς, καὶ ῥαγήσεται τὰ ὄρη καὶ πεσοῦνται αἱ φάραγγες, καὶ πᾶν τεῖχος ἐπὶ τὴν γῆν πεσεῖται.

21 καὶ καλέσω ἐπʼ αὐτὸ καὶ πᾶν φόβον, λέγει Κύριος· μάχαιρα ὰνθρώπου ἐπὶ τὸν ἀδελφὸν αὐτοῦ ἔσται.

22 καὶ κρινῶ αὐτὸν θανάτῳ καὶ αἵματι καὶ ὑετῷ κατακλύζοντι καὶ λίθοις χαλάζης, καὶ πῦρ καὶ θεῖον βρέξω ἐπʼ αὐτὸν καὶ ἐπὶ πάντας τοὺς μετʼ αὐτοῦ καὶ ἐπ᾿ ἔθνη πολλὰ μετʼ αὐτοῦ.

23 καὶ μεγαλυνθήσομαι καὶ ἁγιασθήσομαι καὶ ἐνδοξασθήσομαι καὶ γνωσθήσομαι ἐναντίον ἐθνῶν πολλῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.

Ezekiel 37 · Ezekiel 39 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate)